Ancient Greek
Fragment 88
Chrysippus, Fragmenta Moralia 88
Not analysed yet
Stobaeus ecl. II p. 72, 19 W. Καὶ πᾶν μὲν ἀγαθὸν αἱρετὸν εἶναι· ἀρεστὸν γὰρ καὶ δοκιμαστὸν καὶ ἐπαινετὸν ὑπάρχειν· πᾶν δὲ κακὸν φευκτόν. Τὸ γὰρ ἀγαθὸν καθ’ ὃ μὲν αἵρεσιν εὔλογον κινεῖ, αἱρετόν ἐστι· καθ’ ὃ δὲ ἀνυπόπτως εἰς αἵρεσιν ἔρχεται, ἀρεστόν· ⟨καθ’ ὃ δὲ . . . . ,δοκιμαστόν⟩· καθ’ ὃ δὲ πάλιν εὐλόγως ἄν τις περὶ αὐτοῦ καθυπολαμβάνοι τῶν ἀπ’ ἀρετῆς εἶναι, ⟨ἐπαινετόν⟩.