Ancient Greek
659
Claudius Apollinarius, Fragmenta 659
Unproofread scanNot analysed yet
καὶ ὁ τὴν ἁγίαν πλευρὰν ἐκκεντηθείς, ὁ ἐκχέας ἐκ τῆς πλευρᾶς αὐτοῦ τὰ δύο πάλιν καθάρσια, ὕδωρ καὶ αἷμα, λόγον καὶ πνεῦμα· καὶ ὁ ταφεὶς ἐν ἡμέρᾳ τῇ τοῦ Πάσχα, ἐπιτεθέντος τῷ μνήματι του λίθου. Τοῦ δ´ Ἀπολλιναρίου πολλῶν παρὰ πολλοῖς σωζομένων, τὰ εἰς ἡμᾶς ἐλθόντα ἐστὶ τάδε· Λόγος πρὸς τὸν προειρημένον βασιλέαΜ. ΑεῖῖηΠ ΑΛΚοΙῖιΙΙ· καὶ πρὸς Ἕλληνας συγγράμματα πέντε· καὶ Περὶ ἀληθείασπρῶτον καὶ δεύτερον· καὶ πρὸς Ἰουδαίους πρῶτον καὶ δεύτερον· καὶ ἃ μετὰ ταῦτα συνέγραψε κατὰ τῆς Φρυγῶν αἱρέσεως μετ´ οὐ πολὺν καινοτομηθιίσης χρόνον, τότε γε μὴν ὥσπερ ἐκφύειν ἀρχομένης, ἔτι τοῦ Μοντανοῦ ἅμα ταῖς αὐτοῦ ψευδοπροφήτισιν ἀρχὰς τῆς παρεκτροπῆς ποιουμένου.