Ancient Greek
660
Claudius Apollinarius, Fragmenta 660
Unproofread scanNot analysed yet
ΕΙΑΣΜΕΝΤΑ. ἕεναρίοη Ακίοεμεε, σρ. Ειεεὔ. Πίεί. ἠ, Γ Ὅπως δὲ καὶ τοῦτο εἰδῆτε ὅτι τῆς ψευδοῦς ταύτης τάξεως τῆς, ἐπικαλουμένης νέας προφητείας, ἐβδέλυκται ἡ ἐνέργεια παρὰ πάσῃ τῇ ἐν κόσμῳ ἀδελφότητι, πέπομφα ὑμῖν καὶ ᾔελαυδίου Ἀπολλιναρίου τοῦ μακαριωτάτου γενομένου ἐν Ἱεραπόλει τῆς Ἀσίας ἐπισκόπου γράμματα. Οὕτω γὰρ πάντες οἱ παλαιότεροι περὶ τούτου λόγον γυμνάσαντες, ἔγγραφον ὑμῖν κατέλιπον· καὶ γὰρ Εἰρηναῖός τε καὶ Κλήμης, Ἀπολλινάριός τε ὁ Ἱεραπολίτης καὶ Σαραπίων ὁ τῆς ἐν Ἀντιοχείᾳ προεστὼς Ἐκκλησίας, ἔμψυχον τὸν ἐνανθρωπήσαντα ἐν τοῖς πονηθεῖσιν αὐτοῖς λόγοις ὡς ὁμολογούμενον αὐτοῖς φάσκουσιν.