Ancient Greek
Dfhg-Source dfhg4_CLAUDIUS_IOLAUS
CLAUDIUS IOLAUS, Fragmenta 1
Not analysed yet
Ἄκη, πόλις Φοινίκης. . . Κλαύδιος δὲ Ἴουλος ἐν πρώτῃ Φοινικικῶν φησὶν ὅτι ἐκλήθη ἀπὸ Ἡρακλέους. Χαλεπωτάτων γὰρ ὑπὸ Εὐρυσθέως ἐν ἐπιταγαῖς ἄθλων περισχεθεὶς, τῷ τῆς Λερναίας ὕδρας ἰῷ [καὶ] τοῖς τῶν δηγμάτων ἐπονεῖτο ἕλκεσιν. Ἀνεῖλε δὲ τὸ Δελφικὸν μαντεῖον ἐπ ̓ ἀνατολὰς ἰτέον, μέχρι ἂν ἐντύχῃ ποταμῷ φύοντι πόαν τῇ ὕδρᾳ παραπλήσιον· ἐκείνης γὰρ καταπλασάμενον τῶν ἑλκῶν ἀπαλλαγήσεσθαι. Εὗρε δὲ τὸν ποταμὸν καὶ τὴν πυθόχρηστον πόαν, ἧς ὁ καυλὸς ἥ τε ῥίζα πάντως ἐστὶν ὀφιώδης τῷ ποικίλῳ [καὶ] ταῖς κεφαλαῖς· ὁπόσα γὰρ ἄν τις ἀποκείρῃ, φύονται αὖθις ἕτεραι. Κολοκάσιον μέντοι καλοῦσι τὴν ῥίζαν. Τὸ δ ̓ ὑπερπεφυκὸς κιβώριον ὄψιν ἡδεῖαν ἐδωδίμους τε τὰς φλέβας παρέχον Αἰγυπτίοις· περὶ δὲ τὸν Νεῖλον φύεται πολλή. Ἡ δὲ περὶ τὸν Βῆλον ἕλκη θεραπεύει δυσίατα. Τριβομένη δὲ μετὰ τῆς ῥίζης λευκὸν ἀναδίδωσιν ὀπόν. Τούτῳ, φησὶ, καὶ Ἡρακλῆς ἰάθη. Καὶ καλέσαι τὴν πόλιν Ἄκην.