Ancient Greek
Dfhg-Source dfhg4_CLAUDIUS_IOLAUS
CLAUDIUS IOLAUS, Fragmenta 2
Not analysed yet
Δῶρος, πόλις Φοινίκης . . . Νῦν δὲ Δῶρα καλεῖται . . . Κλαύδιος Ἴουλλος ἐν γ’ Φοινικικῶν· «Μετὰ Καισάρειαν Δῶρα κεῖται βραχεῖα πολίχνη, Φοινίκων αὐτὴν οἰκούντων, οἵ διὰ τὸ ὑπόπετρον τῶν τε αἰγιαλῶν καὶ τὸ πορφύρας γόνιμον συνελθόντες καλιὰς αὐτοῖς ᾠκοδομήσαντο καὶ περιβαλλόμενοι χάρακας, ὡς ὑπήκουεν αὐτοῖς τὰ τῆς ἐργασίας,τεμνόμενοι τὰς πέτρας διὰ τῶν ἐξαιρουμένων λίθων τὰ τείχη κατεβάλοντο, καὶ τὴν ἔνορμον (εὔρο. ?)χειλὴν (leg. χηλὴν) ὅπως τε (γε ?)ἀσφαλῶς ἔθεντο, ἐπώνυμον αὐτὴν τῇ πατρίῳ γλώσσῃ Δῶρα (Δὼρ ?)καλοῦντες. Οἱ δὲ Ἕλληνες χάριν τοῦ τῆς φωνῆς εὐπροφόρου καλεῖν ἀρκοῦνται Δῶρα τὴν πόλιν. Καί τινες ἱστοροῦσι Δῶρον τὸν Ποσειδῶνος οἰκιστὴν αὐτῆς γεγονέναι.»