Ancient Greek
2a to 4
CLAUDIUS IOLAUS, Fragmenta 2a-4
Not analysed yet
Γάδειρα. Τὰ Γάδειρα λέγονται πληθυντικῶς, ἀπὸ τοῦ γῆ καὶ τοῦ δειρά, οἱονεὶ γῆς δειρά. Τὰ γὰρ Γάδειρα τῆς γῆς ἐξοχή ἐστιν. Ἦ, ὥς φησι Κλαύδιος Ἰούλιος ἐν ταῖς Φοινίκης ἱστορίαις, ὅτι Ἀρχαλεὺς υἱὸς Φοίνικος κτίσας πόλιν ὠνόμασε τῇ Φοινίκων γραφῇ· γάδον γὰρ παρ ̓ αὐτοῖς τὸ ἐκ μικρῶν ᾠκοδομημένον. Ἰουδαία. Ἀλέξανδρος ὁ Πολυίστωρ, ἀπὸ τῶν παίδων Σεμιράμιδος Ἰούδα καὶ Ἰδουμαία, ὡς δὲ Κλαύδιος Ἰόλαος, ἀπὸ Ἰουδαίου Σπάρτωνος ἐκ Θήβης μετὰ Διονύσου ἐστρατευκότος. Λάμπη, πόλις Κρήτης, Ἀγαμέμνονος κτίσμα, ἀπὸ Λάμπου τοῦ Ταρραίου. Τὸ ἐθνικὸν Λαμπαῖος. Κλαύδιος δὲ Ἰούλιος Λαμπέας αὐτούς φησιν.