Ancient Greek
1 to 5
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-28-5
Not analysed yet
Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων πρὸς τὰ κατὰ μέρος ἔθνη καὶ τὰ ὡς ἐπίπαν αὐτῶν ἰδιώματα κατὰ τὸ κεφαλαιῶδες τοῦτον ἡμῖν ὑποτυπούσθω τὸν τρόπον. ἐκθησόμεθα δὲ καὶ διὰ τὸ τῆς χρήσεως εὐεπίβολον ἐφ’ ἑκάστου τῶν δωδεκατημορίων κατὰ ψιλὴν παράθεσιν ἕκαστα τῶν συνῳκειωμένων ἐθνῶν ἀκολούθως τοῖς προκατειλεγμένοις περὶ αὐτῶν τὸν τρόπον τοῦτον· Κριῷ Ταύρῳ Διδύμοις Καρκίνῳ Βρεττανία Παρθία Ὑρκανία Νουμιδία Γαλατία Μηδία Ἀρμενία Καρχηδονία Γερμανία Περσίς Ματτιανή Ἀφρική Βασταρνία περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον Κοίλη Συρία Κυκλάδες νῆσοι Κυρηνϊκή Βιθυνία Ἰδουμαία Μαρμαρική Φρυγία Ἰουδαία Κύπρος Αἰγύπτου κάτω χώρα Κολχίς Παράλια μικρᾶς Ἀσίας Λέοντι Παρθένῳ Χηλαῖς Σκορπίῳ Ἰταλία Μεσοποταμία Βακτριανή Μεταγωνῖτις Γαλλία Βαβυλωνία Κασπειρία Μαυριτανία Σικελία Ἀσσυρία Σηρική Γαιτουλία Ἀπουλία περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον Φοινίκη Ἑλλάς Θηβαΐς Συρία Σαλδαϊκή Ἀχαΐα Ὄασις Κομμαγηνή Ὀρχηνία Κρήτη Τρωγλοδυτική Καππαδοκία Τοξότῃ Αἰγοκέρωτι Ὑδροχόῳ Ἰχθύσιν Tυρρηνία Ἰνδική Σαυροματική Φαζανία Κελτική Ἀριανή Ὠξιανή Νασαμωνῖτις Σπανία Γεδρουσία Σουγδιανή Γαραμαντική περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον Ἀραβία εὐδαίμων Θρᾴκη Ἀραβία Λυδία Μακεδονία Ἀζανία Κιλικία Ἰλλυρίς μέση Αἰθιοπία Παμφυλία ἐκκειμένων δὲ τούτων εὔλογον κάκεῖνα τούτῳ τῷ μέρει προσθεῖναι, διότι καὶ τῶν ἀπλανῶν ἀστέρων ἕκαστοι συνοικειοῦνται ταῖς χώραις, ὅσαις καὶ τὰ τοῦ ζῳδιακοῦ μέρη, καθ’ ὧν ἔχουσιν οἱ ἀπλανεῖς τὰς προσνεύσεις ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτοῦ γραφομένου κύκλου, φαίνεται ποιούμενα τὴν συμπάθειαν,