Ancient Greek
ΒΙΒΛΙΟΝ Β΄, δ'. Ἔκθεσις τῶν ἀνηκουσῶν χωρῶν ἑκάστῳ τῶν ξῳδίων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 6-6
Not analysed yet
καὶ ὅτι ἐπὶ τῶν μητροπόλεων ἐκεῖνοι μάλιστα συμπαθοῦσιν οἱ τόποι τοῦ ζῳδιακοῦ κύκλου, καθ’ ὧν ἐν ταῖς καταρχαῖς τῶν αὐτῶν ὡς ἐπὶ γενέσεως ὅ τε ἥλιος καὶ ἡ σελήνη παροδεύοντες ἐτύγχανον καὶ τῶν κέντρων μάλιστα τὸ ὡροσκοποῦν· ἐφ’ ὧν δὲ οἱ χρόνοι τῶν κτίσεων οὐχ εὑρίσκονται, καθ’ ὧν ἐν ταῖς τῶν κατὰ καιρὸν ἀρχόντων ἢ βασιλευόντων γενέσεσιν ἐκπίπτει τὸ μεσουράνημα.