Ancient Greek
BIBAION Γ΄, ς΄. Περὶ ἀδελφῶν.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-44
Not analysed yet
Ὁ μὲν οὖν περὶ γονέων τόπος σχεδὸν καὶ ἀπὸ τούτων ἄν ἡμῖν γένοιτο καταφανής, ὁ δὲ περὶ ἀδελφῶν εἴ τις καὶ ἐνταῦθα τὸ καθόλου μόνον ἐξετάζοιτο καὶ μὴ πέρα τοῦ δυνατοῦ τόν τε ἀριθμὸν ἀκριβῶς καὶ κατὰ μέρος ἐπιζητοίη, λαμβάνοιτο ἂν φυσικώτερον ὅ τε περὶ ὁμομητρίων μόνον ἀπὸ τοῦ μεσουρανοῦντος δωδεκατημορίου τοῦ μητρικοῦ τόπου, τουτέστι τοῦ περιέχοντος ἡμέρας μὲν τὸν τῆς Ἀφροδίτης, νυκτὸς δὲ τὴν σελήνην, ἐπειδήπερ τοῦτο τὸ ζῴδιον καὶ τὸ ἐπαναφερόμενον αὐτῷ γίνε- ται τῆς μητρὸς ὁ περὶ τέκνων τόπος ὁ αὐτὸς ὀφείλων εἶναι τῷ τοῦ γινομένου περὶ ἀδελφῶν.