Ancient Greek
BIBAION Γ΄, ς΄. Περὶ ἀδελφῶν.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 2-35
Not analysed yet
Ἐὰν μὲν οὖν ἀγαθοποιοὶ τῷ τόπῳ συσχηματίζωνται, δαψίλειαν ἀδελφῶν ἐροῦμεν πρός τε τὸ πλῆθος αὐτῶν τῶν ἀστέρων τὸν στοχασμὸν ποιούμενοι, καὶ πότερον ἐν μονοειδέσι ζῳδίοις τυγχάνουσι ἢ ἐν δισώμοις. ἐὰν δὲ οἱ κακοποιοὶ καθυπερτερῶσιν αὐτὸν ἢ καὶ ἐναντιωθῶσι κατὰ σιάμετρον, σπαναδελφίας εἰσι δηλωτικοί, μάλιστα δὲ κἂν τὸν ἥλιον συμπαραλαμβάνωσι. εἰ δὲ καὶ ἐπὶ τῶν κέντρων ἡ ἐναντίωσις γένοιτο, καὶ μάλιστα τοῦ ὡροσκοποῦντος, ἐπὶ μὲν Κρόνου καὶ πρωτότοκοι ἢ πρωτότροφοι γίγνονται, ἐπὶ δὲ Ἄρεως θανάτῳ τῶν λοιπῶν σπαναδελφοῦσιν.