Ancient Greek
BIBAION Γ΄, η΄. Περὶ διδυμογόνων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-46
Not analysed yet
Καὶ περὶ τῶν γεννωμένων δὲ ὁμοίως ἀνά δύο ἢ καὶ πλειόνων τοὺς αὐτοὺς τόπους παρατηρεῖν προσήκει τουτέστι τάδε δύο φῶτα καὶ τὸν ὡροσκόπον. παρακολουθεῖν δὲ εἴωθε τοῦτο τὸ σύμπτωμα παρὰ τὰς κράσεις, ὅταν οἱ δύο ἢ καὶ οἱ τρεῖς τόποι δίσωμα περιέχωσι ζῴδια, καὶ μάλιστα, ὅταν καὶ οἱ οἰκοδεσποτίζοντες αὐτῶν ἀστέρες τὸ αὐτὸ ἤ τινες μὲν ἐν δισώμοις, τινὲς δὲ ἀνὰ δύο κείμενοι τυγχάνωσιν ἢ πλείους.