Ancient Greek
BIBAION Γ΄, ζ΄. Περὶ ἀρρενικῶν καὶ θηλυκῶν.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 2-36
Not analysed yet
διακριτέον μέντοι τοὺς ἠρρενωμένους καὶ τεθηλυσμένους, καθ’ ὃν ὑπεθέμεθα τρόπον ἐν ταῖς πινακικαῖς ἐκθέσεσιν ἐν ἀρχῇ τῆς συντάξεως, ἀπό τε τῆς τῶν δωδεκατημορίων, έν οἷς εἰσι, φύσεως, καὶ ἀπὸ τῆς αὐτῶν τῶν ἀστέρων καὶ ἔτι ἀπὸ τῆς πρὸς τὸν κόσμον σχέσεως, ἐπειδήπερ ἀπηλιωτικοὶ μὲν ὄντες ἀρρενοῦνται, λιβικοὶ δὲ θηλύνονται, πρὸς δὲ τούτοις ἀπὸ τῆς πρὸς τὸν ἥλιον, ἑῷοι μὲν γὰρ πάλιν ὄντες ἀρρενοῦνται, θηλύνονται δὲ ἑσπέριοι· δι’ ὧν πάντων τὴν κατὰ τὸ πλεῖστον ἐπικράτησιν τοῦ γένους προσήκει καταστοχάζεσθαι.