Ancient Greek
ΒΙΒΛΙΟΝ Δ', δ’. Περὶ πράξεως ποιότητος.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-57
Not analysed yet
Ὁ δὲ τῆς πράξεως τὴν κυρίαν ἔχων λαμβάνεται κατὰ τρόπους δύο, ἀπό τε τοῦ ἡλίου καὶ τοῦ μεσουρανοῦντος ζῳδίου· σκοπεῖν γὰρ δεήσει τόν τε φάσιν ἑῴαν ἔγγιστα πρὸς ἥλιον πεποιημένον καὶ τὸν ἐπὶ τοῦ μεσουρανήματος, ὅταν μάλιστα τὴν συναφὴν τῆς σελήνης ἐπέχῃ, κἂν μὲν ὁ αὐτὸς ἀστὴρ ὁ ἀμφότερα ἔχων τὰ εἰρημένα, τούτῳ μόνω προσχρηστέον, ὁμοίως δέ, κἂν τὸ ἕτερον μηδὲ εἷς ἔχῃ, τῷ τὸ ἕτερον εἰληφότι μόνω, ἐὰν δὲ ἕτερος ὁ τὴν ἔγγιστα φάσιν πεποιημένος καὶ ἕτερος ὁ τῷ μεσουρανή- ματι καὶ τῇ σελήνῃ συνοικειούμενος, ἀμφοτέροις προσχρηστέον τά πρωτεῖα διδόντας τῷ κατ’ ἐπικράτησιν πλεί- ους ἔχοντι ψήφους οἰκοδεσποτείας, καθ’ ὃν προεκτεθείμεθα τρόπον·