Ancient Greek
ΒΙΒΛΙΟΝ Δ', γ΄. Περὶ τύχης
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 6-22
Not analysed yet
ταύτης γὰρ περὶ μὲν τοὺς τὴν αἵρεσιν ἔχοντας ἢ τοὺς ἀγαθοποιοὺς συνισταμένης τὸ αὐθεντικώτερον καὶ ἀπταιστότερον τοῖς ἀξιώμασι παρακολουθεῖ, περὶ δὲ τοὺς ἐναντίους ἢ τοὺς κακοποιοὺς τὸ ὑποτεταγμένον καὶ ἐπισφαλέστερον, καὶ τὸ τῆς ἀξίας δὲ τῆς ἐσομένης εἶδος ἀπὸ τῆς τῶν δορυφορησάντων ἀστέρων ἰδιοτροπίας θεωρητέον, ἐπειδήπερ ὁ μὲν τοῦ Κρόνου τὴν κυρίαν τῆς δορυφορίας ἔχων ἐπὶ πολυκτημοσύνῃ καὶ συναγωγῇ χρημάτων τὰς δυναστείας ποιεῖ, ὁ δὲ τοῦ Διὸς ἦ ὁ τῆς Ἀφροδίτης ἐπὶ χάρισι καὶ δωρεαῖς καὶ τιμαῖς καὶ μεγαλοψυχίαις, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ στρατηλασίαις καὶ νίκαις καὶ φόβοις τῶν ὑποτεταγμένων, ὁ δὲ τοῦ Ἑρμοῦ διὰ σύνεσιν ἢ παιδείαν καὶ ἐπιμέλειαν καὶ οἰκονομίαν τῶν πραγμάτων.