Ancient Greek
11 to 12
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 11-4-12
Not analysed yet
Συνάγεται δὲ ἑκάστου αὐτῶν ὁ ἀριθμὸς οὕτως· Κρόνου μοῖραι νζ΄, Διὸς οθ΄, Ἄρεως ξς΄, Ἀφροδίτης πβ΄ Ἑρμοῦ ος΄· γίνεται ὁμοῦ τξ΄. Ὁ δὲ Χαλδαϊκὸς τρόπος ἁπλῆν μέν τινα ἔχει καὶ μᾶλλον πιθανήν, οὐχ οὕτως δὲ αὐτάρκη πρός τε τὰς τῶν τριγώνων δεσποτείας τὴν ἀκολουθίαν καὶ τὴν τῆς ποσότητος τάξιν, ὥστε μέντοι καὶ χωρὶς ἀναγραφῆς δύνασθαι σθαι ῥᾳδίως τινὰ διαβάλλειν αὐτούς.