Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, κα΄. Περὶ ὁρίων διαθέσεως.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 8-5
Not analysed yet
ἔπειτα καὶ οἱ τὸ τοιοῦτον ἐπιχειρήσαντες κατασκευάζειν οὐκέτι φαίνονται κατηκολουθηκότες οὐδὲ οὕτως τῇ παρὰ τοῖς πλείστοις φερομένῃ ποσότητι τῶν ὁρίων καὶ τὰ πολλὰ διηναγκασμένοι καταψεύσασθαι καί που καὶ μορίοις μορίων χρήσασθαι τοῦ σῶσαι τὸ προκείμενον αὐτοῖς ἕνεκεν, οὐδ’ αὐτοῖς ὡς ἔφαμεν ἀληθοῦς ἐχομένοις σκοποῦ. τὰ μέντοι φερόμενα παρὰ τοῖς πολλοῖς διὰ τὴν τῆς ἔτι ἄνωθεν παραδόσεως ἀξιοπιστίαν τοῦτον ὑπόκειται τὸν τρόπον. Ὅρια κατ’ Αἰγυπτίους.