Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, γ’. Ὅτι καὶ ὠφέλιμος.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 14
Not analysed yet
σεως καὶ τῷ πρὸς τὸ φυλάσσεσθαι χρησίμῳ -—τάς τε γὰρ ὥρας καὶ τὰς τῶν ἀπλανῶν ἐπισημασίας καὶ τοὺς τῆς σελήνης σχηματισμοὺς οἱ πλεῖστοι προγινώσκειν ὁμολογοῦσί καί πολλὴν πρόνοιαν ποιοῦνται τῆς φυλακῆς αὐτῶν, πεφροντικότες ἀεὶ πρὸς μὲν τὸ θέρος τῶν ψύχειν δυναμένων, πρὸς δὲ τὸν χειμῶνα τῶν θερμαινόντων καὶ ὅλως προπαρασκευάζοντες αὑτῶν τὰς φύσεις ἐπὶ τὸ εὔκρατον καὶ ἔτι πρὸς μὲν τὸ ἀσφαλὲς τῶν τε ὡρῶν καὶ τῶν ἀναγωγῶν παραφυλάσσοντες τὰς τῶν ἀπλανῶν ἀστέρων ἐπισημασίας, πρὸς δὲ τὰς καταρχὰς τῶν ὀχειῶν καὶ φυτειῶν τοὺς κατὰ πλήρωσιν τῶν φώτων τῆς σελήνης σχηματισμούς, καὶ οὐδὲ εἷς οὐδαμῆ τῶν τοιούτων κατέ- γνωκεν οὔθ’ ὡς ἀδυνάτων οὔθ’ ὡς ἀχρήστων —ἐπὶ δὲ τῶν κατὰ μέρος ἐκ τῆς τῶν λοιπῶν ἰδιωμάτων συγκράσεως,