Ancient Greek
15 to 18
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 15-18
Not analysed yet
οἷον <τοῦ> μᾶλλον καὶ ἦττον χειμώνων ἢ καὶ τῆς καθ’ ἕκαστον ἰδιοσυγκρασίας οὔτε τὸ προγινώσκειν ἔτι δυνατὸν ἡγοῦνταί τινες οὔτε τὸ πολλὰ ἐγχωρεῖν φυλάξασθαι, καίτοι προδήλου τυγχάνοντος, ὅτι, εἰ πρὸς τὰ καθόλου καύματα, εἰ τύχοιμεν προκαταψώξαντες ἑαυτούς, ἧττον καυσούμεθα, δύναται τὸ ὅμοιον ἐνεργεῖν καὶ πρὸς τά ἰδίως τήνδε τὴν σύγκρασιν εἰς ἀμετρίαν αὔξοντα τοῦ θερμοῦ. ἀλλά γὰρ αἴτιον τῆς τοιαύτης ἁμαρτίας τό τε δύσκολον καὶ ἄηθες τῆς τῶν κατὰ μέρος προγνώσεως, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀπιστίαν ἐμποιεῖ, καὶ τὸ μὴ συναπτομένης ὡς ἐπίπαν τῆς ἀντιπαθούθσης δυνάμεως τῇ προγνωστικῇ διὰ τὸ σπάνιον τῆς οὕτως τελείας διαθέσεως τὰς πρῶτας φύσεις ἀνεμποδίστως ἀποτελουμένας δόξαν ὡς περὶ ἀτρέπτων καὶ ἀφυλάκτων παρέχειν καὶ πάντων ἁπλῶς ἀποβησομένων. ὥσπερ δὲ οἶμαι καὶ ἐπ᾿ αὐτοῦ τοῦ προγνωστικοῦ, κἂν μὴ διὰ παντὸς ἄπταιστον, τό γε δυνατὸν αὐτοῦ μεγίστης ἄξιον σπουδῆς κατεφαίνετο, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ φυλακτικοῦ καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γ’ ἐπ’ ἐνίων κἂν ὀλίγα κἂν μικρὰ ἀγαπᾶν καὶ ἀσπάζεσθαι καὶ κέρδος οὐ τὸ τυχὸν ἡγεῖσθαι προσήκει. τούτοις δὲ ὡς ἔοικε συνεγνωκότες οὕτως ἔχουσι καὶ οἱ μάλιστα τὴν τοιαύτην δύναμιν τῆς τέχνης προαγαγόντες Αἰγύπτιοι συνῆψαν πανταχῆ τῷ δι’ ἀστρονομίας προγνωστικῷ τὴν ἰατρικήν. οὐ γὰρ ἄν ποτε ἀποτροπιασμούς τινας καὶ φυλακτήρια καὶ θεραπείας συνίσταντο πρὸς τὰς ἐκ τοῦ περιέχοντος ἐπιούσας παρούσας περιστάσεις καθολικάς τε καὶ με· ρικάς, εἴ τις αὐτοῖς ἀκινησίας καὶ ἀμετατρεψίας τῶν ἐσομένων ὑπῆρχε δόξα.