Ancient Greek
BIBAION Γ΄, θ’. Περὶ τεράτων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 2-38
Not analysed yet
ἐὰν γὰρ οἱ τῆς ἐκτροπῆς αὐτῶν τόποι καὶ ὁ τῆς σελήνης καὶ ὁ τοῦ ὡροσκότου πάντες ἢ οἱ πλείονες ἀσύνδετοι τυγχάνωσιν ὄντες τῷ τῆς προγενομένης συζυγίας τόπῳ, τὸ γεννώμενον αἰνιγματῶδες ὑπονοητέον. ἐὰν μὲν οὖν τούτων οὕτως ἐχόντων τά τε φῶτα ἐν τετράποσιν ἢ θηριώδεσιν εὐρίσκηται ζῳδίοις καὶ οἱ δύο κεκεντρωμένοι τῶν κακοποιῶν, οὐδὲ ἐξ ἀνθρώπων ἔσται τὸ γεννώμενον, μηδενὸς μὲν μαρτυροῦντος τοῖς φωσὶν τῶν ἀγαθαποιῶν τέλεον ἀνήμερον καὶ τῶν ἀγρίαν καὶ κακωτικὴν ἐχόντων φύσιν, μαρτυρούντων δὲ Διὸς ἢ Ἀφροδίτης τῶν ἐκθειαζομένων, οἷον κυνῶν αἰλούρων ἢ πιθήκων ἢ τῶν τοιούτων, Ἑρμοῦ δὲ τῶν εἰς χρείαν ἀνθρωπίνην, οἷον ὀρνίθων ἢ συῶν βοῶν ἢ αἰγῶν καὶ τῶν τοιούτων.