Ancient Greek
BIBAION Γ΄, θ’. Περὶ τεράτων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-47
Not analysed yet
Ὀὐκ ἀλλότριος δὲ τῆς προκειμένης σκέψεως οὐδ’ ὁ περὶ τῶν τεράτων λόγος. πρῶτον μὲν γὰρ ἐπὶ τῶν τοιούτων τά μὲν φῶτα ἀποκεκλικότα ἢ ἀσύνδετα τῷ ὡροσκόπῳ κατὰ τὸ πλεῖστον εὑρίσκεται, τὰ δὲ κέντρα διειλημμένα ὑπὸ τῶν κακοποιῶν. ὅταν οὖν τοιαύτη τις ὑπ’ ὄψιν πέσῃ διάθεσις, ἐπειδὴ γίνεται πολλάκις καὶ περὶ τὰς ταπεινὰς καὶ κακοδαίμονας γενέσεις, κἂν μὴ τερατώδεις ὦσιν, εὐθὺς ἐπισκοπεῖν προσήκει τὴν προγενομένην συζυγίαν συνοδικὴν ἢ πανσεληνιακὴν καὶ τὸν οἰκοδεσποτήσαντα ταύτης τε καὶ τῶν τῆς ἐκτροπῆς φώτων.