Ancient Greek
2 to 4
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 2-42-4
Not analysed yet
ἐὰν γὰρ πρὸς τὰς ἐπαναφερομένας μοίρας τῶν εἰρημένων τόπων ὦσιν ἑστῶτες ἤτοι σωματικῶς ἢ τετραγωνικῶς ἢ καὶ κατὰ διάμετρον ἤτοι ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι, σίνη καὶ πάθη σωματικὰ περὶ τοὺς γεννω. μένους ἕξειν ὑπονοητέον, μάλιστα δ’ ἂν καὶ τῶν φώτων ἤτοι τὸ ἕτερον ἢ ἀμφότερα κεκεντρωμένοι, καθ’ ὃν εἰρήκαμεν τρόπον, τυγχάνῃ ἢ ἅμα ἢ κατὰ διάμετρον. τότε γὰρ οὐ μόνον, ἐὰν ἐπαναφέρηταί τις τῶν κακοποιῶν, ἀλλὰ κἂν προαναφέρηται τῶν φώτων αὐτὸς κεκεντρωμένος, ἱκανός ἐστι διαθεῖναί τι τῶν ἐκκειμένων, ὁποῖον ἂν οἵτε τοῦ ὁρίζοντος τόποι καὶ οἱ τῶν ζῳδίων ὑποφαίνωσι σίνος ἢ πάθος καὶ αἱ τῶν ἀστέρων φύσεις τῶν τε κακούντων καὶ τῶν κακουμένων καὶ ἔτι τῶν συσχηματιζομένων ματιζομένων αὐτοῖς. τά τε γὰρ μέρη τῶν ζῳδίων ἑκάστου τὰ περιέχοντα τὸ ἀδικούμενον μέρος τοῦ ὁρίζοντος δηλώσει τὸ μέρος τοῦ σώματος, περὶ ὃ ἔσται τὸ αἴτιον, καὶ πότερον σίνος πάθος ἢ καὶ ἀμφότερα τὸ δηλούμενον μέρος ἐπιδείξασθαι δύναται, αἴ τε τῶν ἀστέρων φύσεις τὰ εἴδη καὶ τὰς αἰτίας τῶν συμπτωμάτων ποιοῦσιν,