Ancient Greek
BIBAION Γ΄, ιγ΄. Περὶ σινῶν καὶ παθῶν σωματικῶν.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 5-22
Not analysed yet
ἐπειδὴ τῶν κυριωτάτων τοῦ ἀνθρώπου μερῶν ὁ μὲν τοῦ Κρόνου κύριός ἐστιν ἀκοῶν τε δεξιῶν καὶ σπληνὸς καὶ κύστεως καὶ φλέγματος καὶ ὀστέων, ὁ δὲ τοῦ Διὸς ἁφῆς τε καὶ πνεύμονος καὶ ἀρτηριῶν καὶ σπέρματος, ὁ δὲ τοῦ Ἄρεως ἀκοῶν εὐωνύμων καὶ νεφρῶν καὶ φλεβῶν καὶ μορίων, ὁ δὲ ἥλιος ὁράσεως καὶ ἐγκεφάλου καὶ καρδίας καὶ νεύρων καὶ τῶν δεξιῶν πάντων, ὁ δὲ τῆς Ἀφροδίτης ὀσφρήσεως τε καὶ ἣπατος καὶ σαρκῶν, ὁ δὲ τοῦ Ἑρμοῦ λόγου καὶ διανοίας καὶ γλώσσης καὶ χολῆς καὶ ἕδρας, ἡ δὲ σελήνη γεύσεως τε καὶ καταπόσεως καὶ στομάχου καὶ κοιλίας καὶ μήτρας καὶ τῶν εὐωνύμων πάντων.