Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, ι'. Περὶ τῶν ὡρῶν τοῦ
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 2-8
Not analysed yet
διόπερ καὶ τοῦ ζῳδιακοῦ μηδεμιᾶς οὔσης φύσει ἀρχῆς ὡς κύκλου τὸ ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ἀρχόμενον δωδεκατημόριον τὸ τοῦ Κριοῦ καὶ τῶν ὅλων ἀρχὴν ὑποτίθενται, καθάπερ ἐμψύχου ζῴου τοῦ ζῳδιακοῦ τὴν ὑγρὰν τοῦ ἔαρος ὑπερβολὴν προκαταρκτικὴν ποιούμενοι καὶ ἐφεξῆς τὰς λοιπὰς ὥρας, διὰ τὸ καὶ πάντων ζῴων τὰς μὲν πρώτας ἡλικίας τὸ πλεῖον ἔχειν τῆς ὑγρασίας παραπλησίως τῷ ἔαρι ἁπαλὰς οὔσας ἔτι καὶ τρυφεράς, τὰς δὲ δευτέρας τὰς μέχρι τῆς ἀκμαιότητος τὸ πλεῖον ἔχειν ἐν τῷ θερμῷ παραπλησίως τῷ θέρει, τὰς δὲ τρίτας καὶ ἤδη ἐν παρακμῇ καὶ ἀρχῇ φθίσεως τὸ πλεῖον ἤδη καὶ αὐτὰς ἔχειν ἐν τῷ ξηρῷ παρα- πλησίως τῷ μετοπώρῳ, τὰς δὲ ἐσχάτας καὶ πρὸς τῇ διαλύσει τὸ πλεῖον ἔχειν ἐν τῷ ψυχρῷ, καθάπερ καὶ ὁ χειμών.