Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, ι'. Περὶ τῶν ὡρῶν τοῦ
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 1-10
Not analysed yet
Αἱ μὲν οὖν τῶν ἀστέρων καθ’ ἑαυτοὺς δυνάμεις τοιαύτης ἔτυχον ὑπὸ τῶν παλαιοτέρων παρατηρήσεως. καὶ τῶν ὡρῶν δὲ τοῦ ἔτους τεσσάρων οὐσῶν ἔαρός τε καὶ θέρους καὶ μετοπώρου καὶ χειμῶνος τὸ μὲν ἔαρ ἔχει τὸ μᾶλλον έν τῷ ὑγρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον ψῦχος ἀρχομένης τῆς θερμασίας διάχυσιν· τὸ δὲ θέρος τὸ πλεῖον ἔχει ἐν τῷ θερμῷ διὰ τὴν τοῦ ἡλίου πρὸς τὸν κατὰ· κορυφὴν ἡμῶν τόπον ἐγγύτητα· τὸ δὲ μετόπωρον τὸ μᾶλλον ἐν τῷ ξηρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον καῦμα τῶν ὑγρῶν ἀνάποσιν· ὁ δὲ χειμὼν τὸ πλεῖον ἔχει έν τῷ ψυχρῷ διὰ τὸ τὸν ἥλιον πλεῖον ἀφίστασθαι τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου.