Ancient Greek
21 to 24
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 21-24
Not analysed yet
Τῶν δὲ ἐν τῷ Ποταμῷ ὁ μὲν ἔσχατος καὶ λαμπρὸς τῷ τοῦ Διός· οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου. Οἱ δὲ ἐν τῷ Λαγωῷ τῷ τε τοῦ Κρόνου καὶ Ἑρμοῦ. Τῶν δὲ περὶ τὸν Κύνα οἱ μὲν ἄλλοι τῷ τῆς Ἀφροδίτης, ὁ δὲ περὶ τὸ στόμα λαμπρὸς τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. Ὁ δὲ ἐν τῷ Πρόκυνι λαμπρὸς τῷ τε τοῦ Ἑρμοῦ ἠρέμα τῷ τοῦ Ἄρεως. Οἱ δὲ κατὰ τὸν Ὕδρον λαμπροὶ τῷ τε τοῦ καὶ τῷ τῆς Ἀφροδίτης. Οἱ δὲ ἐν τῷ Κρατῆρι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ περὶ τὸν Κόρακα τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Κρόνου. Οἱ δὲ τῆς Ἀργοῦς λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τοῦ Διός. Τῶν δὲ περὶ τὸν Κένταυρον οἱ μὲν ἐπὶ τῷ σώματι τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῷ ἵππῳ λαμπροὶ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ Οἱ δὲ περὶ τὸ Θηρίον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. Οἱ δὲ ἐν τῷ Θυμιατηρίῳ τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ ἐν τῷ Νοτίῳ στεφάνῳ λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ.