Ancient Greek
24 to 25
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 24-2-25
Not analysed yet
ἐν ποίοις χρόνοις μᾶλλον ἐπισημανθήσεται τὸ ἀποτέλεσμα, δείκνυται διὰ τῶν τῶν ἐνιαυσίων καὶ μηνιαίων ζῳδίων . πρὸς τοὺς αἰτιατικοὺς τόπους συσχηματισμῶν καὶ τῶν κατὰ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τὰς φάσεις ἡλίου καὶ σελήνης πρὸς τὰ ἐνιαύσια καὶ μηνιαῖα τῶν ζῳδίων· οἰ μὲν γὰρ συμφώνως ἔχοντες πρὸς τοὺς διατιθεμένους τόπους ἀπὸ τῆς έν τῇ γενέσει καταρχῆς καὶ κατὰ τὰς ἐπεμβάσεις συμφώνως αὐτοῖς συσχηματισθέντες ἀγαθῶν εἱσι περὶ τὸ ὑποκείμενον εἶδος ἀπεργαστικαί, καθάπερ, ἐὰν ἐναντιωθῶσι, φαύλων, οἱ δὲ ἀσυμφώνως καὶ παρ’ αἵρεσιν διαμηκίσαντες μὲν ἢ τετραγωνίσαντες ταῖς παρ- όδοις, κακῶν εἰσιν παραίτιοι, κατὰ δὲ τοὺς ἄλλους σχη- ματισμοὺς οὐκέτι.