Ancient Greek
BIBAION Γ΄, η΄. Περὶ διδυμογόνων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 3-29
Not analysed yet
ὅταν δὲ ἡ τοιαύτη διάθεσις μὴ συμπεριλαμβάνῃ τοῖς φωσὶ τὸ τοῦ ὡροσκόπου κέντρον ἀλλὰ τὸ τοῦ μεσουρανήματος, αἱ τοιαῦται τῶν μητέρων δίδυμα ὡς ἐπίπαν ἢ καὶ πλείονα κυΐσκουσιν· ἰδίως δὲ τρεῖς μὲν ἄρρενας πληροφοροῦσιν ὑπὸ τὴν τῶν ἀνακτόρων γένεσιν ἅμα τοῖς προκειμένοις τόποις ἐν δισώμοις συσχηματισθέντες Κρόνος Ζεὺς Ἄρης, τρεῖς δὲ θηλείας ὑπὸ τὴν τῶν χαρίτων Ἀφροδίτη σελήνη μεθ’ Ἑρμοῦ τεθηλυσμένου, δύο δὲ ἄρρενας καὶ μίαν θήλειαν ὑπὸ τὴν τῶν Διοσκούρων Κρόνος Ζεὺς Ἀφροδίτη, δύο δὲ θηλείας καὶ ἄρρενα ἕνα ὑπὸ τὴν Δήμητρος καὶ Κόρης Ἀφροδίτη, σελήνη, Ἄρης, ἐφ’ ὧν ὡς ἐπὶ τὸ πολὺ συμβαίνειν εἴωθε τό τε μὴ τελεσφορεῖσθαι τά γινόμενα καὶ τὸ μετὰ παρασήμαων τινῶν σωματικῶν ἀποκυΐσκεσθαι καὶ ἔτι τὸ γίγνεσθαί τινα τοῖς τόποις ἐξαίρετα καὶ ἀπροσδόκητα διὰ τὴς τῶν τοιούτων συμπτωμάτων ὥσπερ ἐπιφανείας.