Ancient Greek
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Α΄, δ’. Περὶ τῆς τῶν πλανωμένων ἀστέρων δυνάμεως.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 3-4
Not analysed yet
ὁ δὲ τοῦ Κρόνου ἀστὴρ τὸ πλεῖον ἔχει τῆς ποιότητος ἔν τε τῷ ψύχειν καὶ τῷ κατὰ ψῦξιν ἠρέμα ξηραίνειν, διὰ τὸ πλεῖστον ὡς ἔοικεν ἀπέχειν ἅμα τῆς τε τοῦ ἡλίου θερμασίας καὶ τῆς τῶν περὶ τὴν γῆν ὑγρῶν ἡλίουθερμασίας συνίστανται δὲ δυνάμεις ἐπί τε τούτου καὶ τῶν λοιπῶν καὶ διὰ τῶν ἐν τοῖς πρὸς ἥλιον καὶ σελήνην σχηματισμοῖς παρατηρήσεων, ἐπειδήπερ οἱ μὲν οὕτως οἱ δὲ οὕτως τὴν τοῦ περιέχοντος κατάστασιν ἐπὶ τὸ μᾶλλον ἦττον συντρέποντες φαίνονται.