Ancient Greek
4 to 7
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 4-3-7
Not analysed yet
ὁ δὲ τοῦ Ἄρεως ξηραίνειν τε μάλιστα καὶ καυσοῦν ἔχει φύσιν τῷ τε πυρώδει τοῦ χρώματος οἰκείως καὶ τῇ πρὸς τὸν ἥλιον ἐγγύτητι, ὑποκειμένης αὐτῷ τῆς ἡλιακῆς σφαίρας. ὁ δὲ τοῦ Διὸς εὔκρατον ἔχει τὸ ποιητικὸν τῆς δυνάμεως, μεταξὺ γινομένης τῆς κινήσεως αὐτοῦ τοῦ τε κατὰ τὸν Κρόνον ψυκτικοῦ καὶ τοῦ κατὰ τὸν Ἄρεα καυστικοῦ· θερμαίνει τε γὰρ ἅμα καὶ ὑγραίνει καὶ διὰ τὸ μᾶλλον εἶναι θερμαντικὸς ὑπὸ τῶν ὑποκειμένων σφαιρῶν γονίμων πνευμάτων γίνεται ποιητικός. καὶ ὁ τῆς Ἀφροδίτης δὲ τῶν μὲν αὐτῶν ἐστι κατὰ τὸ εὔκρατον ποιητικός, ἀλλὰ κατὰ τὸ ἐναντίον. θερμαίνει μὲν γὰρ ἠρέμα διὰ τὴν ἐγγύτητα τὴν πρὸς τὸν ἥλιον, μάλιστα δὲ ὑγραίνει καθάπερ ἡ σελήνη καὶ αὐτός, διὰ τὸ μέγεθος τῶν ἰδίων φώτων νοσφιζόμενος τὴν ἀπὸ τῶν περιεχόντων τὴν γῆν ὑγρῶν ἀναθυμίασιν. ὁ δὲ τοῦ Ἑρμοῦ ὡς ἐπίπαν ἐξ ἴσου ποτὲ μὲν ξηραν- τικὸς καταλαμβάνεται καὶ τῶν ὑγρῶν ἀναπωτικὸς διὰ τὸ μηδέποτε πολὺ τῆς τοῦ ἡλίου θερμασίας κατὰ μῆκος ἀφίστασθαι, ποτὲ δ’ αὖ ὑγραντικὸς διὰ τὸ τῇ περιγειοτάτῃ σφαίρᾳ τῆς σελήνης ἐπικεῖσθαι· ταχείας δὲ ποιεῖται τὰς ἐν ἀμφοτέροις μεταβολάς, πνευματούμενος ὥσπερ ὑπὸ τῆς περὶ αὐτὸν τὸν ἥλιον ὀξυκινησίας.