Ancient Greek
ΒΙΒΛΙΟΝ Β΄, γ΄. Περὶ τῆς τῶν χωρῶν πρὸς τὰ τρίγωνα καὶ πρὸς τοὺς ἀστέρας συνοικειώσεως.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 43
Not analysed yet
διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ γυναικὸς δυεῖν ὁμομητρίων ἀδελφῶν βασιλεύεσθαι, τοῦ μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοί τέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς γυναικῶν συνουσίας, ὡς καὶ τοὺς γάμους δι’ ἁρπαγῶν γίνεσθαι καὶ πολλαχῇ ταῖς γαμουμέναις τοὺς βασιλεῖς πρώτους συνέρχεσθαι, παρ’ ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας πάντων.