Ancient Greek
ΒΙΒΛΙΟΝ Β΄, γ΄. Περὶ τῆς τῶν χωρῶν πρὸς τὰ τρίγωνα καὶ πρὸς τοὺς ἀστέρας συνοικειώσεως.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 44
Not analysed yet
φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμιδίαν καὶ Καρχηδονίαν καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ, διόπερ οὗτοι κοινωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ πάσῃ διατελοῦντες·