Ancient Greek
ΒΙΒΛΙΟΝ Β΄, η΄. Περὶ τοῦ γένους τῶν διατιθεμένων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 5-11
Not analysed yet
πρώτῃ συντάξει τῶν ἐννέα τρόπων φαινομένους σχηματισμοὺς καὶ τὸν ἐν τῇ φαινομένῃ κατὰ τὴν ἐκλειπτικὴν ὥραν διαθέσει ἤτοι συνανατείλαντα ἢ συμμεσουρανήσαντα τῷ κατὰ τὰ ἑπόμενα κέντρῳ τοῦ τόπου τῆς ἐκλείψεως. θεωρηθέντων δὲ οὕτως τῶν εἰς τὴν αἰτίαν τοῦ συμπτώματος παραλαμβανομένων ἀστέρων συνεπισκεψόμεθα καὶ τὰς τῶν ζῳδίων μορφώσεις, ἐν οἷς τε ἔκλειψις καὶ οἱ τὴν κυρείαν λαμβάνοντες τῶν ἀστέρων ἔτυχον ὄντες, ὡς ἀπὸ τῆς τούτων ἰδιοτροπίας καὶ τοῦ ποιοῦ τῶν διατιθεμένων γενῶν ὡς ἐπίπαν λαμβανομένου.