Ancient Greek
6 to 7
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 6-7-7
Not analysed yet
τὰ μὲν γὰρ ἀνθρωπόμορφα τῶν ζῳδίων τῶν τε περὶ τὸν διά μέσων τῶν ζῳδίων κύκλον καὶ τῶν κατὰ τοὺς ἀπλανεῖς ἀστέρας περὶ τὸ τῶν ἀνθρώπων γένος ποιεῖ τὸ ἀποτελούμενον, τῶν δὲ ἄλλων χερσαίων τὰ μὲν τετράποδά περὶ τὰ ὅμοια τῶν ἀλόγων ζῴων, τὰ δὲ ἑρπυστικὰ περὶ τοὺς ὄφεις καὶ τὰ τοιαῦτα, καὶ πάλιν τὰ μὲν θηριώδη περὶ τὰ ἀνήμερα τῶν ζῴων καὶ βλαπτικά τοῦ τῶν ἀνθρώπων γένους, τὰ δὲ ἥμερα περὶ τὰ χρηστικά καὶ χειροήθη καὶ συνεργητικὰ πρὸς τὰς εὐετηρίας ἀναλόγως τοῖς καθ’ ἕκαστα μορφώμασιν, οἷον ἵππων ἢ βοῶν ἢ προβάτων καὶ τῶν τοι- ούτων·