Ancient Greek
BIBAION Γ΄, β΄. Περὶ σπορᾶς καὶ ἐκτροπῆς.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 5-15
Not analysed yet
προθέσεως δὲ κατὰ τὸ παρὸν ἡμῖν οὔσης καὶ τοῦτο τὸ μέρος ἐφοδικῶς ἀναπληρῶσαι κατὰ τὸν ἐν ἀρχῇ τῆς δὲ τῆς συντάξεως ὑφηγημένον ἐπιλογισμὸν περὶ τοῦ δυνατοῦ τῆς τοιαύτης προγνώσεως, τὸν μὲν ἀρχαῖον τῶν προρρήσεων τρόπον τὸν κατὰ τὸ συγκρατικὸν εἶδος τῶν ἀστέρων πάντων ἢ τῶν πλείστων, πολύχουν τε ὄντα καὶ σχεδὸν ἄπειρον, εἴ τις αὐτὸν ἀκριβοῦν ἐθέλοι, κατὰ τὴν διέξοδον καὶ μᾶλλον ἐν ταῖς κατὰ μέρος ἐπιβολαῖς τῶν φυσικῶς ἐπισκεπτομμένων ἢ έν ταῖς παραδόσεσι ἀναθεωρεῖσθαι δυνάμενον παραιτησόμεθα διά τε τὸ δύσχρηστον καὶ τὸ δυσδιέξοδον.