Ancient Greek
BIBAION Γ΄, β΄. Περὶ σπορᾶς καὶ ἐκτροπῆς.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 6-13
Not analysed yet
τὰς δὲ πραγματείας αὐτάς, δι’ ὧν ἕκαστα τῶν εἰδῶν κατὰ τὸν ἐπιβλητικὸν τρόπον συνορᾶται, καὶ τὰς κατὰ τὸ ἰδιότροπον καὶ ὁλοσχερὲς τῶν ἀστέρων πρὸς ἕκαστα ποιητικὰς δυνάμεις, ὡς ἔνι μάλιστα, παρακολουθητικῶς τε ἅμα καὶ ἐπιτετμημένως κατὰ τὸν φυσικὸν στοχασμὸν ἐκθησόμεθα, τοὺς μὲν τοῦ περιέχοντος πόπους, πρὸς οὓς ἕκαστα θεωρεῖται τῶν ἀνθρωπίνων συμπτωμάτων καθάπερ σκοπὸν οὗ δεῖ καταστοχάζεσθαι προυποτιθέμενοι, τὰς δὲ τῶν τοῖς τόποις κατ’ ἐπικράτησιν συνοικειουμένων σωμάτων ποιητικὰς δυνάμεις ὥσπερ ἀφέσεις βελῶν κατὰ τὸ ὁλοσχερέστερον ἐφαρμόζοντες, τὸ δὲ τῆς συγκράσεως τῆς ἐκ πλειόνων φύσεων περὶ τὸ ὑποκείμενον εἶδος συναγόμενον ἀποτέλεσμα καταλιπόν· τες, ὥσπερ εὐστόχῳ τοξότῃ τῷ τοῦ διασκεπτομένου λο- γισμῷ·