Ancient Greek
BIBAION Γ΄, ε΄. Περὶ γονέων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 8-10
Not analysed yet
ἐπὶ δὲ τῆς μητρός, ἐὰν μὲν ὁ τοῦ Διὸς συσχηματισθῇ τῇ τε σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης ὁπωσδήποτε, καὶ αὐτὸς ὁ τῆς Ἀφροδίτης συμφώνως ἔχῃ πρὸς τὴν σελήνην ἑξάγωνος ὢν ἢ τρίγωνος συνὼν αὐτῇ, ἐν δυνάμει ὄντες. πολυχρόνιον δεικνύουσι τὴν μητέρα· ἐὰν δὲ ὁ τοῦ Ἄρεως βλέψῃ τὴν σελήνην καὶ τὴν Ἀφροδίτην ἐπανενεχθεὶς ἢ τετραγωνίσας ἢ διαμετρήσας ἢ ὁ τοῦ Κρόνου τὴν σελήνην μόνην ὡσαύτως, ἀφαιρετικοὶ μὲν ὄντες ἢ ἀποκεκλικότες πάλιν ἀντιπτώμασι μόνον ἢ ἀσθενείαις περικυλίουσι, προσθετικοὶ δὲ ἢ ἐπίκεντροι ὀλιγοχρονίους ἢ ἐπισινεῖς ποιοῦσι τὰς μητέρας, ὀλιγοχρονίους μὲν ὁμοίως ἐπὶ τῶν ἀπηλιωτικῶν ὄντες κέντρων ἢ ἐπαναφορῶν, ἐπισινεῖς δὲ ἐπὶ τῶν δυτικῶν.