Ancient Greek
BIBAION Γ΄, ε΄. Περὶ γονέων.
Claudius Ptolemaeus, Apotelesmatica (= Tetrabiblos) 9-8
Not analysed yet
Ἄρης μὲν γὰρ βλέψας τὴν σελήνην τοῦτον τὸν τρόπον ἀνατολικὴν μὲν οὖσαν τούς τε θανάτους τοὺς μητρικοὺς αἰφνιδίους καὶ τὰ σίνη περὶ τὰς ὄψεις ποιεῖ, ἀποκρουστικὴν δὲ τοὺς θανάτους ἀπὸ ἐκτρωσμῶν ἢ τῶν τοιούτων καὶ τὰ σίνη διὰ τομῶν καὶ καύσεων, τὴν δὲ Ἀφροδίτην βλέψας τούς τε θανάτους πυρεκτικοὺς ἀπεργάζεται καὶ πάθη τὰ δι’ ἀποκρύφων καὶ σκοτισμῶν καὶ προσδρόμων αἰφνιδίων· ὁ δὲ τοῦ Κρόνου τὴν σελήνην βλέψας θανάτους καὶ πάθη ποιεῖ, ἀνατολικῆς μὲν οὔσης αὐτῆς διὰ ῥιγοπυρέτων, ἀποκροουστικῆς δὲ διὰ νόσων ὑστερικῶν καὶ ἀναβρώσεων.