Ancient Greek
Ι΄.
Claudius Ptolemaeus, Μαθηματικὴ Σύνταξις 10
Not analysed yet
ι΄. Περὶ τῆς ἐποχῆς τῶν περιοδικῶν αὐτοῦ κινήσεων. Πάλιν οὖν, ἐπεὶ ὁ ἀπὸ τοῦ πρώτου ἔτους Ναβονασσάρου κατʼ Αἰγυπτίους Θὼθ α΄ τῆς μεσημβρίας μέχρι τῆς ἐκκειμένης τηρήσεως χρόνος ἐτῶν ἐστιν Αἰγυπτιακῶν υοε καὶ ἡμερῶν οθ U+2220΄ δ΄ ἔγγιστα, περιέχει δʼ οὗτος ὁ χρόνος ἐπουσίας μήκους μὲν μοίρας ρπ μ, ἀνωμαλίας δὲ μοίρας ρμβ κθ, ἐὰν ταύτας ἀφέλωμεν ἀφʼ ἑκατέρας οἰκείως τῶν κατὰ τὴν τήρησιν ἐκκειμένων ἐποχῶν, τουτέστιν τῶν τε τοῦ μήκους ἐν ταῖς Χηλαῖς μοιρῶν δ ῑβ καὶ τῶν τῆς ἀνωμαλίας ρθ μβ, ἕξομεν εἰς τὸ α΄ ἔτος Ναβονασσάρου κατʼ Αἰγυπτίους Θὼθ α΄ τῆς μεσημβρίας ἐποχὴν τῶν περιοδικῶν τοῦ τοῦ Ἄρεως κινήσεων κατὰ μὲν τὸ μῆκος Κριοῦ μοίρας γ λβ, κατὰ δὲ τὴν ἀνωμαλίαν ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου μοίρας τκζ ῑγ. διὰ τὰ αὐτὰ δʼ, ἐπεὶ καὶ τῆς μεταβάσεως τῶν ἀπογείων ἐν τοῖς υοε ἔτεσι συνάγονται μοῖραι δ U+2220΄ δ΄, ἦν δὲ τὸ ἀπόγειον τοῦ τοῦ Ἄρεως κατὰ τὴν τήρησιν περὶ Καρκίνου μοίρας κᾱ κε, ἐφέξει δηλονότι καὶ κατὰ τὸν ἐκκείμενον τῆς ἐποχῆς χρόνον Καρκίνου μοίρας ῑϚ μ.