Ancient Greek · ~4 min
Θ΄.
Claudius Ptolemaeus, Μαθηματικὴ Σύνταξις 11
Not analysed yet
ια'. Περὶ τῆς ἐποχῆς τῶν περιοδικῶν αὐτοῦ κινήσεω ν. Ἵνα οὖν, ὥσπερ ἐπί τε τοῦ ἡλίου καὶ τῆς σελήνης, καὶ ἐπὶ τῶν ε πλανωμένων τὰς ἐποχὰς εἰς τὸ αʹ ἔτος Ναβονασσάρου κατʼ Αἰγυπτίους Θὼθ αʹ τῆς μεσημβρίας συστησώμεθα, ἐλάβομεν τὸν μεταξὺ χρόνον τούτου τε καὶ τῆς παλαιοτέρας καὶ ἐγγυτέρας τῶν τηρήσεων· συνάγεται δʼ οὗτος ἐτῶν Αἰγυπτιακῶν υπγ καὶ ἡμερῶν ιζ καὶ ὡρῶν ιη γʹ ἔγγιστα. καὶ παράκειται τῷ χρόνῳ τούτῳ μέσης κινήσεως ἐπουσία τῆς ἀνωμαλίας μοῖραι ρ λθ· ἃς ἐὰν ἀφέλωμεν ἀπὸ τῶν κατὰ τὴν τήρησιν ἀπὸ τοῦ ἀπογείου μοιρῶν σιβ λδ, ἕξομεν ἐποχὴν εἰς τὸ αʹ ἔτος Ναβονασσάρου κατʼ Αἰγυπτίους Θὼθ αʹ τῆς μεσημβρίας ἀνωμαλίας μὲν ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου μοίρας κα νε, μήκους δὲ τὴν αὐτὴν τῷ ἡλίῳ, τουτέστιν τῶν Ἰχθύων μοίρας o με, τὸ δʼ ἀπόγειον τῆς ἐκκεντρότητος περὶ Χηλῶν μοῖραν α Ϛ', ἐπειδήπερ τὸ μὲν ἑκατοστὸν τῶν προκειμένων ἐτῶν ποιεῖ μοίρας δ U+2220ʹ γʹ ἔγγιστα, τοσαύταις δὲ τῆς α καὶ Ϛʹ ὑπερέχουσιν αἱ κατὰ τὴν τήρησιν τῶν Χηλῶν ϛ μοῖραι.