Ancient Greek · ~6 min
Fragment 514
Cleanthes, Testimonia et Fragmenta 514
Not analysed yet
Cornutus cp. 31. Ἡρακλῆς δ’ ἐστὶν ὁ ἐν τοῖς ὅλοις τόνος, καθ’ ὃν ἡ φύσις ἰσχυρὰ καὶ κραταιά ἐστιν, ἀνίκητος καὶ ἀπεριγένητος οὖσα, μεταδοτικὸς ἰσχύος καὶ τοῖς κατὰ μέρος καὶ ἀλκῆς ὑπάρχων. (deinde de Alcumenae et Amphitryonis filio disputat, cuius facta a recentioribus cum dei factis permixta sint, ὥστε δυσδιάκριτα γεγονέναι τὰ τοῦ θεοῦ ἰδια ἀπὸ τῶν περὶ τοῦ ἥρωος ἱστορουμένων) τάχα δ’ ἂν ἡ λεοντῆ καὶ τὸ ῥόπαλον ἐκ τῆς παλαιᾶς θεολογίας ἐπὶ τοῦτον μετενηνεγμένα εἴη. ——σύμβολον δ’ ἂν ἑκάτερον εἴη ῥώμης καὶ γενναιότητος· ὁ μὲν γὰρ λέων τὸ ἀλκιμώτατον τῶν θηρίων ἐστί, τὸ δὲ ῥόπαλον τὸ καρτερώτατον τῶν ὅπλων. καὶ τοξότης δ’ ἂν ὁ θεὸς παρεισάγοιτο κατά τε τὸ πανταχοῦ διϊκνεῖσθαι καὶ κατὰ τὸ ἔντονόν τι ἔχειν καὶ τὴν τῶν βελῶν φοράν. ——οἰκείως δὲ παρέδοσαν αὐτὸν Κῷοι τῇ Ἥβῃ συνοικοῦντα, ὡς ὁλοσχερέστερον αὖ τὸ ⟨σῶμα ἢ⟩ τὴν διάνοιαν ὄντα. ὡς γάρ ⟨φησιν ὁ Εὐριπίδης⟩ νέων τι δρᾶν μὲν εὐτονώτεραι χέρες, ψυχαὶ δ’ ἀμείνους τῶν γεραιτέρων πολύ. ὑπονοῶ δὲ καὶ τὴν παρ’ Ὀμφάλῃ λατρείαν ἐκείνῳ πιθανώτερον εἶναι προσήκειν, ἐμφαινόντων πάλιν διὰ τούτου τῶν παλαιῶν ὅτι καὶ τοὺς ἰσχυροτάτους ὑποτάττειν δεῖ ἑαυτοὺς τῷ λόγῳ καὶ τὰ ὑπὸ τούτου προσταττόμενα ποιεῖν, εἰ καὶ θηλύτερόν τι κατὰ τὴν θεωρίαν καὶ τὴν λογικὴν σκέψιν προσπίπτει, τῆς ὀμφῆς, ἣν οὐκ ἀτόπως ἂν δόξαιεν Ὀμφάλην προσηγορευκέναι. Τοὺς δὲ δώδεκα ἄθλους ἐνδέχεται μὲν ἀναγαγεῖν οὐκ ἀλλοτρίως ἐπὶ τὸν θεόν, ὡς καὶ Κλεάνθης ἐποίησεν· οὐ δεῖ δὲ δοκεῖν πανταχοῦ τὸ εὑρεσίλογον πρεσβεύειν.