Ancient Greek
304.3
Clearchus, Fragmenta 304.3
Unproofread scanNot analysed yet
γελοῖον· ὡσπερ ἐκείνῳ κανόνι χρῆσασθαι προσήκων, καθ' οὐ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται· Ἐρατοσθένους δὲ εἴρηται ἢ περὶ τὰ ἐστέρια καὶ τὰ ἀρχιχὰ τῆς Εὐρώπης ἄγνωσα. Ἄλλ' ἐκείνῳ μὲν καὶ Δικαιάρχῳ συγγνώμη, τοὺς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους· Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τὴς ἀν συγγνοή· Ἄλλα μὴν Πολύβιος γέ ἐστιν ὁ λαοδηγματικὰς καλῶν ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλ' οὐδ' ἐν οἷς ἐκείνους ἐλέγχει καθαρῶν. Τοῦ γοῦν Δικαιάρχου μυρίους μὲν εἰπόντος τοὺς ἐπὶ Στῆλης ἀπὸ τῆς Πελοποννήσου σταδίους, πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν Ἄδρίαν μέχρι τοῦ μυχοῦ, τοῦ δ' ἐπὶ Στῆλας τὸ μέχρι τοῦ Πορθμοῦ τρισχιλίους ἀποδόντος, ὡς γίνεσθαι τὸ λοιπὸν ἑπταχιλίοις τὸ ἀπὸ Πορθμοῦ μέχρι Στῆλῶν· τοὺς μὲν τρισχιλίους ἐὰν φησιν, εἴτ' εὐ λαμβάνονται εἰτε μὴ, τοὺς δ' ἑπταχιλίοιους οὐδέτερος, οὐδὲ τὴν παραλίαν ἐκμετροῦντι, οὔτε τὴν διὰ μέσου τοῦ πελάγους. Τὴν μὲν γὰρ παραλίαν ἐοικέναι μάλιστα' ἀμβλείᾳ γωνίᾳ, Βεβηκυία ἐπὶ τε τοῦ Πορθμοῦ καὶ τῶν Στῆλῶν, κορυφὴν δ' ἔχουση Νάρβωνα· ὡστε συνίστασθαι τρίγωνον βάσιν ἔχον τὴν διὰ τοῦ πελάγους εὐθεῖαν, πλευρὰς δὲ τὰς τὴν γωνίαν ποιοῦσας τὴν λεχθεῖσαν, ὧν ἡ μὲν ἀπὸ τοῦ Πορθμοῦ μέχρι Νάρβωνος μυρίων ἐστὶ καὶ πλειόνων ἢ διακοσίων ἐπὶ τοὺς χιλίους, ἡ δὲ λοιπὴ μικρῶ [λοιπὸν] ἐλαττόνων ἢ ὀκταχιλίων· καὶ μὴν πλεῖστον μὲν διάστημα ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην ὁμολογεῖσθαι κατὰ τὸ Τυρρηνικὸν πέλᾶγος σταδίων οὐ πλειόνων ἢ τρισχιλίων, κατὰ τὸ Σαρδωνίων δὲ λαμβάνειν συναγωγὴν. Ἄλλ' ἐστω,