Ancient Greek
305.1
Clearchus, Fragmenta 305.1
Unproofread scanNot analysed yet
φησι, καὶ ἔκεινο τρισχιλίων, προειλήφθω δ' ἐπὶ (ἐν Gsk.) τούτοις διαχιλίων σταδίων τὸ τοῦ κόλπου βάθος τοῦ κατὰ Ναρβώνα, ὡς ἂν κάθετος ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν τοῦ ἀμβλυγωνίου· ὃν ἤλόν οὖν, φησίν, ἐκ τῆς παιδικῆς μετρήσεως, ὅτι ἡ σύμπασα παραλία ἢ ἀπὸ τοῦ Πορθμοῦ ἐπὶ Στῆλας ἔγγιστα ὑπερέχει τῆς διὰ τοῦ πελάγους εὐθείας πεντακοσίοις σταδίοις. Προστεθέντων δὲ τῶν ἀπὸ τῆς Πελοποννήσου ἐπὶ τὸν Πορθμὸν τρισχιλίων, οἱ σύμπαντες ἔσονται στάδιοι, αὐτοὶ οἱ ἐπ' εὐθείας, πλείους ἢ διπλάσιοι ὧν Δικαίαρχος εἶπε· πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν μυχὸν τὸν Ἀδριατικὸν δέησθαι, φησί, τιθέναι κατ' ἐκεῖνον.