Ancient Greek
305.2
Clearchus, Fragmenta 305.2
Unproofread scanNot analysed yet
Ἄλλ', ὦ φίλε Πολύβιε, φαὶν τις ἂν, ὥσπερ τούτου τοῦ ψεύσματος ἐναργῆ παρίστησι τὸν ἐλεγχον ἡ πείρα ἐξ αὐτῶν ὧν εἴρηκας αὐτός, εἰς μὲν Λευκάδα ἐκ Πελοποννήσου ἑπτακοσίους, ἐντεύθεν δὲ τοὺς ἴσους εἰς Κόρκυραν, καὶ πάλιν ἐντεύθεν εἰς τὰ Κεραύνια τοὺς ἴσους, καὶ ἐν δεξιᾷ εἰς τὴν Ἰαπυγίαν, ἀπὸ δὲ τῶν Κεραυνίων, τὴν Ἰλλυρικὴν παραλίαν σταδίων ἐξακισχιλίων ἑκατὸν πεντήκοντα· οὕτως κάκεῖνα ψεύσματα ἐστιν ἀμφότερα, καὶ ὁ Δικαίαρχος εἶπε, τὸ ἀπὸ Πορθμοῦ ἐπὶ Στῆλας εἶναι σταδίων ἑπτακισχιλίων, καὶ ὁ σὺ δοκεῖς ἀποδεῖξαι. Sequitur Strabonis argumentatio.