Ancient Greek
441.31 to 441.37
Clearchus, Fragmenta 441.31-37
Unproofread scanNot analysed yet
πρὸς τοὺς τετταράκοντα τάφους βασιλικούς· εἰς δὲ Πτολεμαίων τὸν Λάγου διαμείναι φασὶν ἑπτακαίδεκα μόνον, ὧν τὰ πολλὰ κατέφθαρτο καθ' οὓς χρόνους παρεβδόλο- μεν ἡμεῖς εἰς ἐκείνους τοὺς τόπους, ἐπὶ τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς Ὀλυμπιάδος. Οὐ μόνον δ' οἱ κατ' Αἰγυπτον ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἱστοροῦσιν, ἀλλὰ καὶ πολλοὶ τῶν Ἑλλήνων τῶν παραβαλλόντων μὲν εἰς τὰς Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων δὲ τάς Αἰγυπτιακὰς ἱστορίας, ὧν ἐστὶ καὶ Ἐκαταῖος,