Ancient Greek
441.40
Clearchus, Fragmenta 441.40
Unproofread scanNot analysed yet
συμφωνοῦσι τοῖς ὑφ' ἡμῶν εἰρημένοις. XLVII. Ἄπὸ γὰρ τῶν πρώτων τῶρων, ἐν οἷς παραδέδοται τὰς παλλακίδας τοῦ Διὸς τεθάρθαι, δέκα σταδίων φασιν ὑπάρχει βασιλέως μνήμα τοῦ προσαγορευθέντος Ὀσυμανδῦου· τούτου δὲ κατὰ μὲν τὴν εἴσοδον ὑπάρχειν πυλῶνα λίθου ποικίλου, τὸ μὲν μέγεθος διπλῆρον, τὸ δ᾽ ὕψος τετταράκοντα καὶ πέντε πηχῶν· (2) διελθόντι δὲ αὐτὸν εἶναι λίθινον περίστυλον τετράγωνον, ἑκάστης πλευρᾶς οὖσης τεττάρων πλῆθρων· ὑπηρεῖσθαι δ᾽ ἀντὶ τῶν κιόνων ζῴδια πτηνῶν ἑκκαίδεκα μονόλιθα, τὸν τύπον εἰς τὸν ἀρχαῖον τρόπον εἰργασμένα· τὴν ὀροφήν τε πᾶσαν ἐπὶ πλάτος δυοῖν ὀργυιῶν ὑπάρχειν μονόλιθον, ἀστέρας ἐν κυανῷ καταπεποιημένους· ἐξῆς δὲ τοῦ περιστεύλου πάλιν ἑτέραν εἴσοδον καὶ πυλῶνα· τὰ μὲν ἄλλα παραπλήσιον τῷ προειρημένῳ, γλυφὰς δὲ παντοίας περιττότερον εἰργασμένον. (3) Παρὰ δὲ τὴν εἴσοδον ἀνδριάντας εἶναι τρεῖς ἐξ ἑνὸς τοὺς πάντας λίθου Μέμνονος τοῦ Σοηνίτου· καὶ τούτων ἕνα μὲν καθήμενον ὑπάρχειν μέγιστον πάντων τῶν κατ᾽ Αἰγυπτον, οὗ τὸν πόδα μετροῦμενον ὑπερβαλλεῖν τοὺς ἑπτὰ πήχεις, ἑτέρους δὲ δύο πρὸς τοὺς γόνασι, τὸν μὲν ἐκ δεξιῶν, τὸν δὲ ἐξ εὐωνύμων, θυατρὸς καὶ μητρός, τῷ μεγέθει λειπομένους τοῦ προειρημένου. (4) Τὸ δ᾽ ἔργον τοῦτο μὴ μόνον εἶναι κατὰ τὸ μέγεθος ἀποδοχῆς ἄξιον, ἀλλὰ καὶ τῇ τέχνῃ θαυμαστὸν καὶ τῇ τοῦ λίθου φύσει διαφέρον, ὡς ἂν ἐν τηλικούτῳ μεγέθει μήτε διαφυσδὸς μήτε κηλίδος μηδεμίας θεωρουμένης. Ἐπιγεγράφθαι δ᾽ ἐπ᾽ αὐτῷ «Βασιλεὺς βασιλέων Ὀσυμανδὺς εἰμί· εἰ δὲ τις εἰδέναι βούλεται πηλῖος εἰμὶ καὶ ποῦ κείμαι, νικάτω τι τῶν ἐμῶν ἔργων. »(5) Εἶναι δὲ καὶ ἄλλην εἰκόνα τῆς μητρός αὐτοῦ καθ᾽ αὐτὴν εἴκοσι πηχῶν μονόλιθον, ἔχουσαν δὲ τρεῖς βασιλείας ἐπὶ τῆς κεφαλῆς, |ᾗς διασημαίνειν ὅτι καὶ θυγάτηρ καὶ γυνὴ καὶ μήτηρ βασιλέως ὑπῆρξε. (6) Μετὰ δὲ τὸν πυλῶνα περίστυλον εἶναι τοῦ προτέρου ἀξιολογώτερον, ἐν ᾧ γλυφὰς ὑπάρχειν παντοίας δηλοῦσας τὸν πόλεμον τὸν γενομένον αὐτῷ πρὸς τοὺς ἐν τοῖς Βάχτροις ἀποστάτας· ἐφ᾽ οὓς ἐστρατεύσθαι πεζῶν μὲν τετταράκοντα μυριάσιν, ἱππεύσι δὲ διμυρίοις, εἰς τέτταρα μέρη διηρημένης τῆς πάσης στρατιᾶς, ὧν ἀπάντων υἱοὺς τοῦ βασιλέως ἐχρηκέναι τὴν ἡγεμονίαν.