Ancient Greek
46.3
Clearchus, Fragmenta 46.3
Unproofread scanNot analysed yet
II. Ὅτε Κοῖντου Σεροουλίου τὸ τρίτον καὶ Γαΐου Μαρκίου Ῥουτίλου [τὸ τέταρτον] ὑπατευόντων (1), κίνδυνον τὴν Ῥώμην γαλεποὶ καὶ ἀπροσδόκητοι κατέσχον, οὐς εἰ μὴ θεῖα τις πρόνοια διεσκέδασε, δυσὶν κακοῖν ὁάτερον ἂν αὐτῇ συνέπεσεν, ἢ δόξαν αἰσχίστην ἐνέγκαι ξενοντοκίας, ἢ φόνων ἀλᾶσθαι πολιτικῶν. Ἀφ’ ἧς δ’ αἰτίας εἰς τούτους ἤλθε τοὺς κινδύνους, μικρὰ τῶν πρόσθεν ἀναλαβὼν δι’ ὀλίγων πειράσομαι διελεῖν. Ἐν τῷ παρελθόντι ἐνιαυτῷ τὸν Σαυνιτικὸν πόλεμον ὑπὲρ ἀπάσης Καμπανίας ἢ τῶν Ῥωμαίων πόλις ἀφαιρέθη, καὶ τρισὶ νικήσασα μάχαις τοὺς ἀντιταχθέντας, ἐβούλετο μὲν ἀπάσας ἄγειν τὰς δυναμεις, ὡς οὐδενὸς ἐτι κινδύνου ταῖς πόλεσι καταλειπομένου. Δεομένων δὲ τῶν Καμπανῶν μὴ καταλιπεῖν αὐτοὺς συμμάχων ἐρήμους, ὡς ἐπιθυμομένων σφίσι τῶν Σαυνιτῶν, εἰ μηδεμιᾶν ἔχαιεν ξενικὴν βοήθειαν, ἔγνω τὸν ἀπαλλάξαντα τοῦ πολέμου τὰς πόλεις ὕπατον Μάρκον Οὐαλέριον, ὅσην ἂν αὐτοὶ βουληθῶσι τρέφειν, στρατιὰν ἐν ταῖς πόλεσι καταλιπεῖν.