Ancient Greek
47.1
Clearchus, Fragmenta 47.1
Unproofread scanNot analysed yet
Γενομένης δὲ τῆς ἐξουσίας ταύτης κύριος ὁ ὕπατος, ὅποις ἤν βουλομένους ἀφώνει καὶ μισθούς φέρεσθαι τῆς φυλακῆς, τούτους καθίστησιν ἐν ταῖς πόλεσιν. Ἐν οἷς ἤν τὸ πλεῖον μέρος ἀνεστιῶν καὶ καταχρεῶν καὶ τῶν οἴκοι πενίαν καὶ ἀγνοσίαν ἀσμένως ἀποδιδράσκοντων. Τούτους οἱ Καμπανοὶ ταῖς οἰκίαις ἀναλαμβάνοντες, τραπέζας τε ὑπεδέχοντο λαμπράς καὶ ταῖς ἄλλαις ἐξενίζου φιλοπροσύναις. Πολυτελῆς δὲ καὶ ἀδροδίαιτος ἦσαν Καμπανίαν οἰκοῦσι καὶ νῦν ἐστὶ καὶ τότε ἤν ὁ βίος, καὶ πάντα τὸν λοιπὸν ἔσται χρόνον· πολυχαρπὸν τε πεδιάδα καὶ πολυβότον καὶ πρὸς ὑγείαν ἀνθρώποις γεωργοῦσιν ἀρίστην οὔσαν. Κατ’ ἀρχὰς μὲν οὖν ἀγαπητὸς οἱ φρομοὶ τὴν φιλοξενίαν τῶν ἀνθρώπων ἐλάμβανον· ἔπειτα διαφθείρεσθαι τὰς ψυχὰς ὑπὸ τοῦ χάριτος τῶν ἀγαθῶν πονηροὺς ὑπολογισμοὺς κατὰ μικρὸν ἐλάμβανον· καὶ συνιόντες ἀλλήλοις ἔλεγον, ὡς ἀνοήτων ἀνθρώπων πράττουσι ἔργον, εἰ τοσαύτην καταλιπόντες εὐδαιμονίαν ἐπὶ τὸν ἐν Ῥώμῃ βίον ἀνακάμψουσιν, ἐνθὰ λυτρὰ μὲν ἡ γῆ, πολλὰ δὲ εἰσφορά, πολέμων δὲ καὶ κακῶν ἀνάπαυσιν οὐδεμία, τὰ δὲ τῶν κοινῶν πάντων ἄθλα παρ’ ὀλίγοις, οἱ δὲ ἀθενεῖς τοῖς βίοις καὶ τῶν καλῶν ἡμέρων ἀναγκαίων ἀπορούμενες, καὶ ἐτι μᾶλλον οἱ τὰ χρέα μὴ δυνάμενοι διαλῦσαι τοῖς συμβαλοῦσι· καὶ τὴν ἀνάγκην ἀπογνῶσιν εἶναι σύμβουλον τῶν συμφερόντων σφίσι ἀποφαίνοντες ἄνευ τοῦ καλοῦ· οὗδ’ εἴ πάντες νόμοι τε καὶ δρόντες τὰς ἐσχάτας τιμωρίας ἀπειλοῖεν αὐτοῖς, ἐν Καμπανοῖς ἐτι μεθίσσεσθαι τῆς παρούσης εὐδαιμονίας ἔλεγον, καὶ τελευτῶντες εἰς τοσαύτην ἀπόνοιαν ἤλθον, ὥστε καὶ λέγειν ἐτόλμων, «Τί δαὶ καὶ δράσασιν δεινόν, ἐὰν Καμπανοὺς ἐκβαλόντες τὰς ἐκείνων πόλεις κατάσχωμεν; Οὕτοι γὰρ αὐτοὶ πρῶτον οὐκ ἐκ τοῦ πεδίου (2) κτησάμενοι τὴν γῆν κατέσχον, ἀλλὰ ἐπιξενοθέντες Τυρρηνοῖς (3) τοὺς κατοικοῦσιν αὐτήν, καὶ τοὺς ἄνδρας πάντας διαφθείραντες, τὰς τε γυναῖκας αὐτῶν καὶ τοὺς βίους καὶ τὰς πόλεις καὶ τὴν περιμάχητον χώραν παρέλαβον, ὥστε σύν δικῃ πείσονται πᾶν ὅτι ἂν πάθωσιν (4) αὐτοὶ τῆς παρανομίας κατάρξαντες καθ’ ἑτέρων. Τί δαὶ καὶ τὸ κωλύσαν ἡμᾶς ἔσται ταῦτα μέχρι τοῦ παντὸς χρόνου καρποῦσθαι τυχάθ; Συνὶνται μὲν γε καὶ Σαμνιτῶν καὶ Αὐσόνες (5) καὶ πάντες οἱ περίοικοι τοσοῦτον δεήσονται Καμπανοὺς τιμωροῦντες ἐφ’ ἡμᾶς στρατεύειν (6), ὥστε ἀποχρήν ὑπολήψονται σφίσι εἰ τὰ ἐλαυτῶν ἐκσώμεν ἐκείνοις ἔχειν. Ῥωμαῖοι δὲ ἴσως μὲν καὶ κατ’ εὐχὴν δεξονται τὸ πρᾶγμα, ἀπασαν ἀξιοῦντες Ἰταλίαν ταῖς αὐτῶν ἀποικίαις κρατεῖσθαι· εἰ δὲ ἀγαννκτεῖνπροσποιούμενοι, πολεμίους ἡμᾶς κρίναντες *(7), οὐ τοσαύτα δεινὰ διαλῦσονται, ὅσα πείσονται πρὸς ἡμῶν· χώραν τε γὰρ αὐτῶν δηλώσομεν, ὅσον ἂν μὴν δοκῇ, καὶ δεσμώτας ἐκ τῶν ἀγρῶν λύσομεν καὶ θεράποντας ἐλευθερώσομεν καὶ μετὰ τῶν ἐχθίστων αὐτῶν Οὐλουσκάων τε καὶ Τυρρηνῶν καὶ Σαυνιτῶν καὶ