Ancient Greek
48.1
Clearchus, Fragmenta 48.1
Unproofread scanNot analysed yet
ΕΚ ΤΗΣ ΙΣΤΟΡΙΑΣ ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΣΕΩΣ. τῶν ἔτι ἐνδοιαστῶς ἀκροωμένων Λατίνων στησόμεθα ἠναγκασμένοις δ' ἀνθρώποις καὶ τὸν ἔχρατον περὶ ψυχῆς τρέχειν δρόμον οὐτ' ἀπορον οὐδὲν οὐτ' ἀντίπαλον. »Τοιαῦτα διαλεγόμενοι πρὸς ἀλλήλους, ὀλίγῳ μὲν τὰ πρῶτα, ἔπειτα πλείους ἔγνωσαν ἐπιχειρεῖν ταῖς πόλεσι, καὶ δι' ὀρχῶν ἐδίδασκον ἀλλήλοις τὸ πιστόν. Ἐωθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν εἰς ἐμφανὲς ἀγαγοῦσα μήνυσις, ἣν τῶν συνομοσάντων τινὲς ἐποιήσαντο πρὸς τὸν ἕτερον τῶν ὑπάτων Μάρκιον, ὃ τὸν κατὰ Σαυνιτῶν πόλεμον ὁ κλῆρος ἀπένειμεν, ἤδη παρεληφὼτι (8) τὰς ἐν τῇ Ῥώμῃ καταγραφείσας δυνάμεις, καὶ ὄντι ἐν ὁδῷ. Ὁ δὲ ὑπάτος ἀπροσδοκήτῳ καὶ δεινοῦ πράγματος ἀκούσας ἔκρινε μὴ λέξεν τὸ πρᾶγμα μητ' εἰδέναι δοκεῖν, ἀλλὰ δι' ἀπάτης τινὸς καὶ στρατηγίας κωλύσαι τὰ συμβησόμενα ταῖς πόλεσι. Ἀποστείλας δὲ τινὰς ἄμα τοῖς μηχανταῖς κατασκευαστοὺς εἰς τὰς πόλεις πρὶν αὐτὸν (9) ἔλθεῖν, προσσεσκευάσας λέγεσθαι πρὸς τοὺς ἐν ταῖς παραγεμισίαις, ὅτι τὰς μὲν φρουρὰς ἔγνω καταλιπεῖν ἐν ταῖς πόλεσι τὰς τότε οὔσας, ἐπεὶ γε (10) βουλόμενος ἐστιν τοῖς Καμπανοῖς αὐτὰς μένειν, τῇ δὲ οἴκοθεν ἀριμμένῃ σὺν αὐτῷ δυνάμει πολεμεῖν πρὸς Σαυνίτας παρασκευάζεται. Καὶ ἔπεισεν ἅπαντας ταῦτα ὑπολαβεῖν. Ἀφικόμενος δὲ εἰς τὴν Καμπανίαν μετὰ τῆς στρατιᾶς ἀπάσης εἰς ἑκάστην παρέχει πόλιν, καὶ τοὺς ἐν ταῖς φρουραῖς ἀνακαλούμενος διέκρινεν ἀπάντων, τοὺς μετασχόντας τῆς συνομοσίας, ἔπειτα φιληθρώπως ἑκάστοις διαλεγόμενος, οὓς μὲν ἀπέλυσε τῶν σημείων, ὡς ἂν χαριζόμενος τὴν ἀρεσιν τῆς στρατείας, οὓς δὲ τῷ πρεσβευτῇ καὶ τῷ χιλίαρχῳ παραδούς ὡς ἐπὶ χρείας δή τινὰς στρατιωτικὰς ἀπέλυσε (οὗτοι δ' ἦσαν οἱ πονηρότατοι καὶ οὐχ ὑπομένοντες ἀφεῖσθαι τῆς στρατείας), ἐντεῖλάμενος τοῖς ἀγούσιν αὐτοὺς εἰς Ῥώμην διαχωρίσαι καὶ φυλάττειν ἐν ἀδήλοις φυλακαῖς, χωρήσαντας ἄλλους ἀπ' ἄλλων, ἕως ἂν αὐτὸς ἀφίκηται. Τοῖς δὲ ἀνδράσιν ἐνθυμουμένοις ὅτι πάντες οἱ κορυφιαῖστοι τῆς συνομοσίας οἱ μὲν ἀπολύονται τῶν σημείων, οἱ δ' ἀποστέλλονται δίχα τῶν ἄλλων ὁποιδήποτε, λογισμὸς εἰσῆλθε περιφανῆ γεγονέναι σφῶν τὴν συνομοσίαν, καὶ μετὰ τοῦτο δέος, εἰ χωρὶς ἀλλήλων γένοιτο καὶ τὰ ὅπλα θεῖεν, μὴ δίχας ὑπόσχωνται εἰς Ῥώμην ἀπαγόντες. Συνιόντες δὲ κατ' ὀλίγους ἐσκόπουν τί χρὴ πράττειν. Ἐπειτα γνοῦντες τινὸς εἰσηγησαμένου (11) περὶ ἀποστάσεως, ἐπανιέναι τὸ βούλευμα, καὶ πίστεως ἀπορρήτους ἐν ἀλλήλοις ποιησάμενοι, τῆς στρατιᾶς ἀρχειμένοι περὶ Ταρραχινὰν πόλιν (12) ἐν ἐπιτηδείῳς χωρίοις παρ' αὐτὴν τὴν ὁδὸν στρατοπεδεύονται. Ἐπεὶ ο' μετὰ τοῦ πρεσβευτοῦ καὶ τῶν χιλιάρχων ἀποστελλόμενοι τοὺς ἡγεμόνας καταλιπόντες, ἔστιν δ' οὓς καὶ τῶν ἀγόντων σφὰς στρατιωτῶν πεῖσαντες ἀποστῆναι, περὶ τὸν αὐτὸν ἰδρύουται τόπον. Ὡς δὲ ἀπαξ οὕτω τὰς παραδόους καταλαβόντο, πολλοὶ προσῆσαν αὐτοῖς ὀσήμεραι. Καὶ γὰρ **