Ancient Greek
548.29
Clearchus, Fragmenta 548.29
Unproofread scanNot analysed yet
ζῴων ἀρρενὸν (ἀρρενὸν J. Voss.) ὀνόματι Ὄαννην, ἔχθὸς· εἶναι δὲ αὐτῷ φωνὴν ἀνθρώπου, τὴν δὲ εἰκόνα αὐτοῦ ἐπὶ καὶ νῦν διαφυλάσσεσθαι· τοῦτο δέ, φησὶ, τὸ ζῷον, τὴν μὲν ἡμέραν διατρίβειν μετὰ τῶν ἀνθρώπων, οὐδεμίαν τροφὴν προσφερομένου, παραδιδόναι τε τοῖς ἀνθρώποις γραμμάτων καὶ μαθημάτων καὶ τεχνῶν παντοδαπῶν ἐμπειρίαν, καὶ πολέων συνοικισμὸν καὶ ἱερῶν ἱδρύσεις, καὶ νόμων εἰσῃγήσεις καὶ γεωμετρίαν διδάσκειν, καὶ σπέρματα καὶ καρπῶν συναγωγὰς ὑποδεικνύναι, καὶ συνόλως πάντα τὰ πρὸς ἡμέρωσιν ἀνήκοντα βίου παραδιδόναι τοῖς ἀνθρώποις. Ἄπὸ δὲ τοῦ χρόνου ἐκεῖνου οὐδὲν ἄλλο περισσὸν εὑρεθῆναι. Τοῦ δὲ ἡλίου δυνάμεως τὸ ζῷον τούτῳ (τοῦτο s. τούτῳ?) Ὀάννην δύναται πάλιν εἰς τὴν θάλασσαν, καὶ τὰς νύκτας ἐν τῷ πελάγει διατῖσθαι· εἶναι γὰρ αὐτὸ ἀμφίβιον. Ὑστερον δὲ φανῆναι καὶ ἕτερα ζῷα ὅμοια τούτῳ, περὶ ὧν ἐν τῇ τῶν βασιλέων ἀναγραφῇ φησι δηλώσειν. Τὸν δὲ Ὀάννην περὶ γενεὰς καὶ πολιτείας γράφαι καὶ παραδιδόναι τοὺς λόγους τοῖς ἀνθρώποις.