Ancient Greek
549.2
Clearchus, Fragmenta 549.2
Unproofread scanNot analysed yet
4. Γενέσθαι φησὶ χρόνον, ἐν ᾧ τὸ πᾶν σκότος καὶ ὕδωρ εἶναι καὶ ἐν τούτοις ζῷα τετραπώδη, καὶ εἰδιφρείς (ἰδιφρείς recte Richter. ; αὐτοφρείς Mai. ; διφρείς Scalig.) τὰς ἰδέας ἔχοντα ζωογονεῖσθαι. Ἄνθρώπους γὰρ διπτέρους γεννηθῆναι, ἐνίους δὲ καὶ τετραπτέρους καὶ διπροσώπους· καὶ σῶμα μὲν ἔχοντας ἐν, κεφαλὰς δὲ δύο, ἀνδρείαν τε καὶ γυναικείαν, καὶ αἰδοῖά τε δισσά, ἄρρεν καὶ θῆλυ· καὶ ἕτερους ἀνθρώπους τοὺς μὲν αἰγῶν σκέλη καὶ κέρατα ἔχοντας, τοὺς δὲ ἱππόποδας, τοὺς δὲ τὰ ὀπίσω μὲν μέρη ἵππων, τὰ δὲ ἐμπροσθεν ἀνθρώπων, οὓς ἱπποκενταύρους τὴν ἰδέαν εἶναι. Ζωογεννηθῆναι δὲ καὶ ταύρους ἀνθρώπων κεφαλὰς ἔχοντας καὶ κύνας τετρασώματους, οὓρας ἱχθύος ἐκ τῶν ὀπίσθεν μερῶν ἔχοντας, καὶ ἵππους κυνοκεφάλους, καὶ ἀνθρώπους, καὶ ἕτερα ζῷα κεφαλὰς μὲν καὶ σώματα ἵππων ἔχοντα, οὐρὰς δὲ ἱχθύων, καὶ ἄλλα δὲ ζῷα παντοδαπῶν θηρίων μορφὰς ἔχοντα. Πρὸς δὲ τούτοις ἱχθύες καὶ ὄρνεα καὶ ὄφεις καὶ ἄλλα ζῷα πλεῖονα ὀχυμαστὰ καὶ παραλλαγμένα τὰς ὄψεις ἀλλήλων ἔχοντα· ὧν καὶ τὰς εἰκόνας ἐν τῷ τοῦ Βήλου ναῷ ἀνακεῖσθαι. Ἄργειν δὲ τούτων πάντων γυναῖκα ἡ ὄνομα Ὀμόρωικα (Ὀμόρκα Scalig.) · εἶναι δὲ τοῦτο Χαλδαίοις μὲν Θαλάτθ, Ἑλληνιστὶ δὲ μαθηρμηνευέσθαι θάλασσα, [κατὰ δὲ ἰσὸρρητον σελήνην, quod Syncelli, ut videtur, addidamentum].